Текст песни
Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον μετ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσεις ἐν τῇ μήτρᾳ μου καὶ πῶς γενήσομαι, λέγε μοι, χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος Μή με δελεάσῃς ἀπάτῃ οὐ γὰρ ἔγνων ἡδονήν γάμου ὑπάρχω ἀμύητος πῶς οὖν παῖδα τέξομαι!
Перевод песни
Как мужчина, фашистская дочь, для священника, и как быть человеком человека;
Смотрите также: